TLG 4347 001 :: ANDRON :: Fragmenta ANDRON Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 347–348. frr. 1–7 Citation: Fragment — (line) | ||
t1-7 | ΤΡΙΠΟΥΣ. | |
1 | Diogen. L. I, 31: Ἄνδρων δ’ ἐν τῷ Τρίποδι, Ἀρ‐ γείους ἆθλον ἀρετῆς τῷ σοφωτάτῳ τῶν Ἑλλήνων τρί‐ ποδα θεῖναι· κριθῆναι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χείλωνι. | |
2 | Schol. Pind. Isthm. II, 17: Σπαρτιάτην δὲ Ἀρι‐ στόδημον ἐν τοῖς ἑπτὰ σοφοῖς ἀναγράφεται καὶ Ἄνδρων ὁ Ἐφέσιος. | |
3 | Clemens Alex. Strom. I: Συν‐ εχρόνισαν οἱ συγκαταλεγέντες σοφοὶ τῷ Θαλεῖ, ὥς φησιν Ἄνδρων ἐν τῷ Τρίποδι. | |
4 | Aristides tom. III: Οὐχ Ἡρόδο‐ τος Σόλωνα σοφιστὴν κέκληκεν; οὐ Πυθαγόραν πάλιν; οὐκ Ἀνδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε; λέγω δὴ τοὺς σοφούς. | |
5 | Diogenes L. I, 119: Ἄνδρων δ’ ὁ Ἐφέσιος δύο φησὶ γεγονέναι Φερεκύδας Συρίους· τὸν μὲν ἀστρολό‐ γον· τὸν δὲ θεολόγον υἱὸν Βάβυος, ᾧ καὶ Πυθαγόραν σχολάσαι. Ἐρατοσθένης δ’ ἕνα μόνον, καὶ ἕτερον Ἀθη‐ | |
5 | ναῖον γενεαλόγον. | |
---|---|---|
6 | Eusebius P. E. X (ex Porphyrio): Ἄν‐ δρωνος ἐν τῷ Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρήσεις ἱστορηκότος εἰπόντος τε, ὡς διψήσας ποτὲ ἐν Μεταποντίῳ καὶ ἔκ τινος φρέατος | |
5 | ἀνιμήσας καὶ πιὼν προεῖπεν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμὸς, καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπι‐ λέγει· ταῦτ’ οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστο‐ ρηκότος, πάντα ὑφείλετο Θεόπομπος. Εἰ μὲν γὰρ περὶ Πυθαγόρου λέγων, τάχα [ἃ] ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ | |
10 | αὐτοῦ καὶ ἔλεγον, ταῦτα καὶ αὐτὸς ἂν εἶπον [l. εἶπεν]· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος με‐ τάθεσις. Τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ’ ὄνομα μετενήνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. Οὐ μόνον δὲ τούτῳ τῷ ὀνό‐ | |
15 | ματι ἀποκρύπτει τὴν κλοπὴν, ἀλλὰ καὶ τόπων μετα‐ θέσει· τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν | |
Μεταποντίῳ ὑπ’ Ἄνδρωνος ῥηθὲν, ἐν Συρίᾳ (Σύρῳ?) εἰρῆσθαί φησιν ὁ Θεόπομπος· τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεω‐ | 347 | |
20 | ρηθῆναι· καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετατέθεικεν· ἵνα δέ τι δοκῇ λέγειν περιττὸν, καὶ τοῦ ξέ‐ νου προτέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέγων. | |
7 | Suidas: Σαμίων ὁ δῆμος ὡς πολυγράμμα‐ τος ... ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις τὰ κδʹ γράμ‐ ματα ὑπὸ Καλλιστράτου, ὡς Ἄνδρων ἐν Τρίποδι. Τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμ‐ | |
5 | μασιν Ἀρχῖνος ὁ Ἀθηναῖος ἐπ’ ἄρχοντος Εὐκλείδου· τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλλιστράτου Ἀρι‐ στοφάνης ἔτεσι πρὸ τοῦ Εὐκλείδου κδʹ ἐπὶ Εὐκλέους. | |
Περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος. | 348 |